Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·γεννηθήτω τὸ θέλημά σου,ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς·τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶνὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν,ἀλλά ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστίν ἡ δύναμις καὶ ἡ δόξα,τοῦ Πατρός,καί τοῦ Ὑιοῦ καὶ τοῦ Ἁγίου Πνεύματοςνῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν,τὸν Ὑιὸν τοῦ Θεοῦ τὸν μονογενῆ,τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο.Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα.Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς.Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἁγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.Εἰς μίαν, Ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.Ὁμολογῶ ἕν βάπτισμα εἰς ἄφεσιν ἀμαρτιῶν Προσδοκῶ ἀνάστασιν νεκρῶν.Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν
Χριστὸς ἀνέστη ἐκ νεκρῶν,θανάτῳ θάνατον πατήσαςκαὶ τοῖς ἐν τοῖς μνήμασιζωὴν χαρισάμενος.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι,προσκυνήσωμεν ἅγιον, Κύριον,Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμενκαὶ τὴν ἁγίαν σου Ἀνάστασινὑμνοῦμεν καὶ δοξάζομεν·σὺ γὰρ εἶ Θεὸς ἡμῶν,ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν,τὸ ὄνομά σου ὀνομάζομεν.Δεῦτε πάντες οἱ πιστοί,προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν·ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦχαρὰ ἐν ὅλῳ τῷ κόσμῳ.Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ·Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς,θανάτῳ θάνατον ὤλεσεν.Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφουκαθὼς προεῖπεν,ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴνκαὶ μέγα ἔλεος
Εἴ τις εὐσεβὴς καὶ φιλόθεος ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως.Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ. Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τὸ δηνάριον.Εἴ τις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα.Εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω.Εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται. Εἴ τις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων.Εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδύτητα· φιλότιμος γὰρ ὢν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον.Ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης.Καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει.Κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται.Καὶ τὰ ἔργα δέχεται, καὶ τὴν γνώμην ἀσπάζεται.Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ.Οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν· καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολαύετε.Πλούσιοι καὶ πένητες μετ᾿ ἀλλήλων χορεύσατε.Ἐγκρατεῖς καὶ ῥᾴθυμοι τὴν ἡμέραν τιμήσατε.Νηστεύσαντες καὶ μὴ νηστεύσαντες, εὐφράνθητε σήμερον.Ἡ τράπεζα γέμει τρυφήσατε πάντες. Ὁ μόσχος πολύς, μηδεὶς ἐξέλθῃ πεινῶν. Πάντες ἀπολαύετε τοῦ συμποσίου τῆς πίστεως. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος.Μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία. Μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε.Μηδεὶς φοβείσθω θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς τοῦ Σωτῆρος ὁ θάνατος.Ἔσβεσεν αὐτόν, ὑπ´ αὐτοῦ κατεχόμενος. Ἐσκύλευσε τὸν Ἅδην, ὁ κατελθὼν εἰς τὸν Ἅδην.Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ·καὶ τοῦτο προλαβὼν Ἡσαΐας, ἐβόησεν·Ὁ Ἅδης, φησίν, ἐπικράνθη συναντήσας σοι κάτω.Ἐπικράνθη, καὶ γὰρ κατηργήθη.Ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη.Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη.Ἐπικράνθη, καὶ γὰρ καθῃρέθη.Ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη.Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν.Ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ.Ἔλαβεν, ὅπερ ἔβλεπε, καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε. .Ποῦ σου, θάνατε, τὸ κέντρον;Ποῦ σου, Ἅδη, τὸ νῖκος;Ἀνέστη Χριστός, καὶ σὺ καταβέβλησαι.Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες.Ἀνέστη Χριστός, καὶ χαίρουσιν Ἄγγελοι.Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται.Ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος.Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Xριστὸς ὁ Θεός,ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν·Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου·τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης.Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός,οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἐσπερινόν,ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν.Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις,Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει. Προ των θυρών του ναού σου παρέστηκα και των δεινών λογισμών ουκ αφίσταμαι. αλλά συ, Χριστέ ο Θεός, ο τελώνην δικαιώσας και Χαναναίαν ελεήσας και τω ληστή Παραδείσου πύλας ανοίξας, άνοιξόν μοι τα σπλάχνα της φιλανθρωπίας σου και δέξαι με προσερχόμενον και απτόμενόν σου, ως την πόρνην και την αιμόρρουν. η μεν γαρ του κρασπέδου σου αψαμένη, ευχερών την ίασιν έλαβεν. η δε, τους σους αχράντους πόδας κρατήσασα, την λύσιν των αμαρτημάτων εκομίσατο. Εγώ δε ο ελεεινός, όλον σου το σώμα τολμών δέξασθαι, μη καταφλεχθείην. αλλά δέξαι με ώσπερ εκείνας και φώτισόν μου τα της ψυχής αισθητήρια, καταφλέγων μου τα της αμαρτίας εγκλήματα, πρεσβείας της ασπόρως τεκούσης σε και των επουρανίων δυνάμεων. ότι ευλογητός ει εις τους αιώνας των αιώνων. Αμήν.
Πιστεύω. Κύριε, και ομολογώ, ότι συ εί ο Χριστός, ο Υιός του Θεού του ζώντος, ο ελθών εις τον κόσμον αμαρτωλούς σώσαι, ων πρώτος ειμι εγώ. ’Ετι πιστεύω, ότι τούτο εστί υτο άχραντον σώμα σου, και τούτο αυτό εστί το τίμιον αίμα σου.
Δέομαι ούν σου. ελέησόν με και συγχώρησόν μοι τα παραπτώματά μου, τα εκούσια και τα ακούσια, τα εν λόγω, τα εν έργω, τα εν γνώσει και αγνοία. και αξίωσόν με ακατακρίτως μετασχείν των αχράντων σου μυστηρίων, εις άφεσιν αμαρτιών και εις ζωήν αιώνιον. Αμήν.
Ιδού, βαδίζω προς θείαν κοινωνίαν.Πλαστουργέ, μη φλέξης με τη μετουσία.πυρ γαρ υπάρχεις τους αναξίους φλέγον.αλλ’ ουν κάθαρον εκ πάσης με κηλίδος.Του δείπνου σου του μυστικού, σήμερον Υιέ Θεού, κοινωνόν με παράλαβε. ου μη γαρ τοις εχθροίς σου το μυστήριον είπω, ου φίλημα σοι δώσω, καθάπερ ο Ιούδας. αλλ’ ως ο ληστής ομολογώ σοι. μνήσθητί μου, Κύριε, εν τη βασιλεία σου.
Θεουργόν αίμα φρίξον, άνθρωπε, βλέπων.άνθραξ γαρ εστί τους αναξίους φλέγων.Θεού το σώμα και θεοί με και τρέφει.θεοί το πνεύμα, τον δε νουν τρέφει ξένως.
’Εθελξας πόθω με, Χριστέ, και ηλλοίωσας τω θείω σου έρωτι. αλλά κατάφλεξον πυρί αύλω τας αμαρτίας μου, και εμπλησθήναι της εν σοι τρυφής καταξίωσον, ίνα των δύο σκιρτών μεγαλύνω, αγαθέ, παρουσίας σου.
Εν ταις λαμπρότησι των αγίων σου, πως εισελεύσομαι ο ανάξιος; εάν γαρ τoλμήσω συνεισελθείν εις τον νυμφώνα, ο χιτών με ελέγχει, ότι ουκ έστι του γάμου, και δέσμιος εκβαλούμαι υπό των αγγέλων. Καθάρισον, Κύριε, τον ρύπον της ψυχής μου, και σώσον με ως φιλάνθρωπος.
Δέσποτα φιλάνθρωπε, Κύριε Ιησού Χριστέ, ο Θεός μου, μη εις κρίμα μοι γένοιτο τα άγια ταύτα, δια το ανάξιον είναι με, αλλ’ εις κάθαρσιν και αγιασμόν ψυχής τε και σώματος και εις αρραβώνα μελλούσης ζωής και βασιλείας. Εμοιί δε το προσκολλάσθαι τω Θεώ αγαθόν εστι, τίθεσθαι εν τω Κυρίω την ελπίδα της σωτηρίας μου.
EYXARISTO TO eklisia.blogspot.com/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου